Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.1 Joseph. BJ 4.5 (English) >>Joseph. BJ 4.11

4.3ταύτῃ τριάκοντα μὲν εὖρος, ἑξήκοντα δὲ μῆκος στάδιοι· διατείνει δʼ αὐτῆς τὰ ἕλη μέχρι Δάφνης χωρίου τά τε ἄλλα τρυφεροῦ καὶ πηγὰς ἔχοντος, αἳ τρέφουσαι τὸν μικρὸν καλούμενον Ἰόρδανον ὑπὸ τὸν τῆς χρυσῆς βοὸς νεὼ προπέμπουσι τῷ μεγάλῳ. 4.4τοὺς μὲν οὖν ἐπὶ Σωγάνην καὶ Σελεύκειαν ὑπὸ τὴν ἀρχὴν τῆς ἀποστάσεως δεξιαῖς Ἀγρίππας προσηγάγετο, Γάμαλα δʼ οὐ προσεχώρει πεποιθυῖα τῇ δυσχωρίᾳ πλέον τῶν Ἰωταπάτων. 4.5τραχὺς γὰρ αὐχὴν ἀφʼ ὑψηλοῦ κατατείνων ὄρους μέσον ἐπαίρει τένοντα, μηκύνεται δὲ ἐκ τῆς ὑπεροχῆς εἰς τοὔμπροσθεν ἐκκλίνων ὅσον κατόπιν, ὡς εἰκάζεσθαι καμήλῳ τὸ σχῆμα, παρʼ ἣν ὠνόμασται τὸ τρανὸν τῆς κλήσεως οὐκ ἐξακριβούντων τῶν ἐπιχωρίων. 4.6κατὰ πλευρὰ μὲν δὴ καὶ πρόσωπον εἰς φάραγγας ἀβάτους περισχίζεται, τὸ κατʼ οὐρὰν δὲ ὀλίγον ἀναφεύγει τῆς δυσχωρίας, ὅθεν ἀπήρτηται τοῦ ὄρους· καὶ τοῦτο δʼ ἐπικαρσίᾳ παρακόψαντες τάφρῳ δύσβατον οἱ ἐπιχώριοι κατεσκεύασαν. 4.7πρὸς ὀρθίῳ δὲ τῇ λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπʼ ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένῃ τε πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος. 4.8καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, νότιος δʼ αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα· πηγὴ δʼ ἐντὸς τοῦ τείχους, ἐφʼ ἣν τὸ ἄστυ κατέληγεν.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.1 Joseph. BJ 4.5 (English) >>Joseph. BJ 4.11

Powered by PhiloLogic